Χαῖρε,Σταυρὲ οἰκουμένης δόξα, Χαῖρε,

7/5/25

 Ἀνοιξόν μου τὸ στόμα, Βασιλεῦ τῶν αἰώνων, καταύγασόν μου τὸν νοῦν καὶ τὰς φρένας, καὶ ἁγίασον μου τὴν ψυχήν, ἵνα ὑμνήσω Λόγε τὸ σεπτὸν ξύλον σου, κατάπεμψον τὸ Πνεῦμά σου καὶ δίδαξον με, ἵνα πόθῳ κραυγάζω.

Χαῖρε,Σταυρὲ οἰκουμένης δόξα, Χαῖρε, Σταυρὲ Ἐκκλησίας κράτος.

Χαῖρε, ἱερέων προπύργιον ἄσειστον, Χαῖρε, βασιλέων διάδημα τίμιον.

Χαῖρε,σκῆπτρον τοῦ παντάνακτος Δημιουργοῦ τοῦ παντός, Χαῖρε, ὅτι κατεδέξατο προσπαγῆναί σοι Χριστός.

Χαῖρε,τῶν θλιβομένων παραμύθιον μέγα, Χαῖρε,τῶν ἐν πολέμοις τὸ ἀήττητον ὅπλον.

Χαῖρε,Σταυρέ, Ἀγγέλων εὐπρέπεια, Χαῖρε, Σταυρέ, πιστῶν ἡ ἀντίληψις

Χαῖρε,δι' οὗ κατεπόθη ὁ ᾍδης, Χαῖρε, δι' οὗ ἐξανέστημεν πάντες.

Χαῖρε, Ξύλον μακάριον.


ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ!!

Μιχάλης Αντωνιάδης